current location : Lyricf.com
/
Songs
/
Ο Ύμνος της Αγάπης [O Ímnos tis Agápis ] [English translation]
Ο Ύμνος της Αγάπης [O Ímnos tis Agápis ] [English translation]
turnover time:2024-11-25 21:39:31
Ο Ύμνος της Αγάπης [O Ímnos tis Agápis ] [English translation]

Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων,

ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον.

Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν

τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν,

ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου,

καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσομαι,

ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι.

Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη

οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ

ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει τῇ

ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα ἐλπίζει

πάντα ὑπομένει.

Ἡ άγάπη οὐδέποτε ἐκπίπτει· εἴτε δὲ προφητεῖαι,

καταργηθήσονται· εἴτε γλῶσσαι, παύσονται·

εἴτε γνῶσις καταργηθήσεται. Ἐκ μέρους δὲ γινώσκομεν

καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθη τὸ τέλειον,

τότε τὸ ἐκ μέρους καταργηθήσεται.

Ὄτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν,

ὡς νήπιος ἐλογιζόμουν· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ

νηπίου. Βλέπομεν γὰρ ἄρτι δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ

πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ

έπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην.

Νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα·

μείζων δὲ τούτων ἡ άγάπη.

Comments
Welcome to Lyricf comments! Please keep conversations courteous and on-topic. To fosterproductive and respectful conversations, you may see comments from our Community Managers.
Sign up to post
Sort by
Show More Comments
Christian Hymns & Songs
  • Languages:English, Old Church Slavonic, Latin, Greek (Ancient)+41 more, Spanish, Tamil, Filipino/Tagalog, Russian, Arabic, German, Romanian, Italian, Tongan, Greek, Sardinian (northern dialects), Finnish, Polish, Turkish, Portuguese, Georgian, Tupi/Old Tupi, Malayalam, French, Catalan, Swedish, Hungarian, Italian (Medieval), Gagauz, Chuvash, Kurdish (Sorani), Indonesian, Dutch, Japanese, Breton, Norwegian, Sardinian (southern dialects), Greek (Koine), Telugu, Catalan (Medieval), Other, Serbian, Persian, Griko, Ilokano, Chinese (Classical Chinese)
  • Genre:Classical, Religious
  • Wiki:http://en.wikipedia.org/wiki/Christianity
Christian Hymns & Songs
Christian Hymns & Songs Lyrics
Latest update
Copyright 2023-2024 - www.lyricf.com All Rights Reserved