Ὦ Νέμεσι κλήιζω σε θεά
βασίλεια μεγίστη
πανδερκής ἐσορῶσα βίον θνητῶν πολυφύλων
ἀιδία πολύσεμνε μόνη χαίρουσα δικαίοις
ἀλλάσσουσα λόγον πολυποίκιλον ἄστατον αἰεί
ἣν πάντες δεδίασι βροτοὶ ζυγὸν αὐχένι θέντες
σοὶ γὰρ ἀεὶ γνώμη πάντων μέλει οὐδέ σε λήθει
ψυχὴ ὑπερφρονέουσα λόγων ἀδιακρίτωι ὁρμῆι
πάντ᾽ ἐσορᾶις καὶ πάντ᾽ ἐπακούεις καὶ πάντα βραβεύεις
ἐν σοὶ δ᾽ εἰσὶ δίκαι θνητῶν πανυπέρτατε δαῖμον
ἐλθέ μάκαιρ᾽ ἁγνή μύσταις ἐπιτάρροθος αἰεί
δὸς δ᾽ ἀγαθὴν διάνοιαν ἔχειν παύουσα πανεχθεῖς
γνώμας οὐχ ὁσίας πανυπέρφρονας ἀλλοπροσάλλας