Εἰ μή σ'ἐγίγνωσκον
Μήτε τοιαύτην στοργὴν,
Οὐκ ἂν ἐμαντευόμην
Τὴν βίου ἀξίᾱν.
Καὶ εἰ μήποτέ σ'ἔσκον,
Οὐκ ἂν ἐν ἐσοὶ ηὗρον
Πάνθ' ἃ τότ' ἐσπάνιζον
Ἐν ἐμαυτῷ ἔτι.
Διά τοι τοῦ πάντος κόσμου
Ὅς γέμει ψεύδων,
Ἐν τοῖς σου ὀφθαλμοῖς σαφῶς
Εἰσορῶ ἀληθῆ πως.
Καί σοίπερ χάριν ἔχω.
Ἔζην ἂν ἀεὶ ἄφρων
Διά γε βίου,
Εἴ σε μήποτ' ἔγνων.
Εἰ μή σ'ἐγίγνωσκον,
Ἡμιγνήσιος ἔτι ἄν ἦν,
Οὔκ εἰδυῖα ὅσον ἦν
Ἔρως δή καθαρός.
Σοίπερ χάριν ἔχω.
Ἔζην ἂν ἀεὶ ἄφρων
Διά γε βίου,
Εἴ σε μήποτ' ἔγνων.
Ἐνόμιζον τὸν ἔρωτα ἡμῶν
Τῆς πᾱ́σης γῆς καταλάμψειν.
Ἐνόμιζον γὰρ μῖσος καὶ φόβον ἡμῖν
Μόνον νυκτερινοῦς ψόφους γε λείψειν.
Ἡ καρδίᾱ ἡμᾶς ὀρθοῦς λέγει.
Εἰ μή σ'ἐγίγνωσκον
(Οὐδὲν μεταγιγνώσκω)
Μήτε τοιαύτην στοργὴν,
(Ἀφ'οὗ ἔτυχόν σου τῶ.)
Οὐκ ἂν ἐμαντευόμην
(Ἐᾱ̀ν θνῄσκωμεν νῦν δή...)
Τὴν βίου ἀξίᾱν.
(Ἔζηκ' ἤδη)
Ἐνόμιζον τὸν ἔρωτα ἡμῶν
Τῆς πᾱ́σης γῆς καταλάμψειν.
Ἐνόμιζον τὸν ἔρωτα ἡμῶν
Ἐν τῷ σκότῳ φῶς ποιήσειν.
Ἡ καρδίᾱ ἡμᾶς ὀρθοῦς λέγει.
Εἰ μήποτέ σ'ἔγνων,
Ἔζην ἂν ἀεὶ ἄφρων,
Ἐν ἐρημίᾳ
Καὶ ἐν ἀγνοίᾳ,
Διά γε βίου.
Εἴ σε μήποτ' ἔγνων...